Ὁ Οἶκος.
Τὸν ἴδιον ἄρνα ἡ ἀμνὰς θεωροῦσα πρὸς σφαγὴν ἑλκόμενον, ἠκολούθει ἡ Μαρία, τρυχομένη, μεθ᾿ ἑτέρων γυναικῶν, ταῦτα βοῶσα⸱ Ποῦ πορεύῃ, τέκνον; Τίνος χάριν τὸν ταχὺν δρόμον τελεῖς; Μὴ ἕτερος γάμος πάλιν ἐστὶν ἐν Κανᾷ, κἀκεῖ νυν σπεύδεις, ἵνα ἐξ ὕδατος αὐτοῖς οἶνον ποιήσῃς; Συνέλθω σοι, τέκνον, ἢ μείνω σε μᾶλλον; Δός μοι λόγον, Λόγε⸱ μὴ σιγῶν παρέλθῃς με, ὁ ἁγνὴν τηρήσας με.
Σύ γάρ υπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Σύ γάρ υπάρχεις ὁ Υἱὸς καὶ Θεός μου.
Ἑρμηνεία (π. Ἑπιφάνειος Θεοδωρόπουλος)
Ἡ Παρθένος Μαρία, βλέπουσα τόν Υἱόν της συρόμενον εἰς τόν θάνατον, ὅπως βλέπει ἡ ἀμνάς τό ἀρνίον της νά σύρεται εἰς τήν σφαγήν, ἠκολούθει καί ἐκείνη μαζί μέ ἂλλας γυναῖκας (μαθητρίας τοῦ Ἰησοῦ), βασανιζομένη ἀπό τήν λύπην καί λέγουσα μεγαλοφώνως πρός Αὐτόν τά ἑξῆς: Ποῦ πηγαίνεις, τέκνον μοῦ; Διά ποῖον λόγον τρέχεις ταχέως εἰς αὐτόν τον δρόμον; Μήπως γίνεται ἂλλος πάλιν γάμος εἰς τήν Κανᾶ καί σπεύδεις ἐκεῖ τώρα, διά νά μεταβάλῃς χάριν αὐτῶν τό ὓδωρ εἰς οἶνον; Να ἒλθω μαζί Σου, τέκνον μου, ἢ καλλίτερον νά Σέ περιμένω; Ἀπάντησέ μου, Λόγε τοῦ Θεοῦ⸱ μή περάσῃς ἀπό ἐμπρός μου (καί φύγῃς) χωρίς νά μοῦ ὁμιλήσῃς Σύ, πού με διεφύλαξες ἁγνήν (κατά τήν γέννησίν Σου)⸱
διότι Σύ εἶσαι ὁ Υἱός μου καί ὁ Θεός μου.
διότι Σύ εἶσαι ὁ Υἱός μου καί ὁ Θεός μου.